Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.68 Joseph. AJ 2.73 (English) >>Joseph. AJ 2.78

2.71ἦν δὲ τοιαῦτα· “τρία, φησί, κανᾶ φέρειν ὑπὲρ τῆς κεφαλῆς ἔδοξα, δύο μὲν ἄρτων πλέα, τὸ δὲ τρίτον ὄψου τε καὶ ποικίλων βρωμάτων οἷα βασιλεῦσι σκευάζεται· καταπταμένους δʼ οἰωνοὺς ἅπαντα δαπανῆσαι μηδένα λόγον αὐτοῦ ποιουμένους ἀποσοβοῦντος. 2.72καὶ μὲν ὁμοίαν τὴν πρόρρησιν ἔσεσθαι τῇ τοῦ οἰνοχόου προσεδόκα· δὲ Ἰώσηπος συμβαλὼν τῷ λογισμῷ τὸ ὄναρ καὶ πρὸς αὐτὸν εἰπών, ὡς ἐβούλετʼ ἂν ἀγαθῶν ἑρμηνευτὴς αὐτῷ γεγονέναι καὶ οὐχ οἵων τὸ ὄναρ αὐτῷ δηλοῖ, λέγει δύο τὰς πάσας ἔτι τοῦ ζῆν αὐτὸν ἔχειν ἡμέρας· τὰ γὰρ κανᾶ τοῦτο σημαίνειν· 2.73τῇ τρίτῃ δʼ αὐτὸν ἀνασταυρωθέντα βορὰν ἔσεσθαι πετεινοῖς οὐδὲν ἀμύνειν αὑτῷ δυνάμενον. καὶ δὴ ταῦτα τέλος ὅμοιον οἷς Ἰώσηπος εἶπεν ἀμφοτέροις ἔλαβε· τῇ γὰρ ἡμέρᾳ τῇ προειρημένῃ γενέθλιον τεθυκὼς βασιλεὺς τὸν μὲν ἐπὶ τῶν σιτοποιῶν ἀνεσταύρωσε, τὸν δὲ οἰνοχόον τῶν δεσμῶν ἀπολύσας ἐπὶ τῆς αὐτῆς ὑπηρεσίας κατέστησεν. 2.74

Ἰώσηπον δὲ διετῆ χρόνον τοῖς δεσμοῖς κακοπαθοῦντα καὶ μηδὲν ὑπὸ τοῦ οἰνοχόου κατὰ μνήμην τῶν προειρημένων ὠφελούμενον θεὸς ἀπέλυσε τῆς εἱρκτῆς τοιαύτην αὐτῷ τὴν ἀπαλλαγὴν μηχανησάμενος· 2.75Φαραώθης βασιλεὺς ὑπὸ τὴν αὐτὴν ἑσπέραν ὄψεις ἐνυπνίων θεασάμενος δύο καὶ μετʼ αὐτῶν τὴν ἑκατέρας ἐξήγησιν ταύτης μὲν ἠμνημόνησε, τῶν δὲ ὀνειράτων κατέσχεν. ἀχθόμενος οὖν ἐπὶ τοῖς ἑωραμένοις, καὶ γὰρ ἐδόκει σκυθρωπὰ ταῦτʼ αὐτῷ, συνεκάλει μεθʼ ἡμέραν Αἰγυπτίων τοὺς λογιωτάτους χρῄζων μαθεῖν τῶν ὀνειράτων τὴν κρίσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.68 Joseph. AJ 2.73 (English) >>Joseph. AJ 2.78

Powered by PhiloLogic